Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 4.144.3 Hdt. 4.146.1 (English) >>Hdt. 4.147.2

4.145.4 οἱ δὲ Λακεδαιμόνιοι ἀκηκοότες τὸν λόγον τῆς γενεῆς τῶν Μινυέων, πέμψαντες τὸ δεύτερον εἰρώτων τί θέλοντες ἥκοιέν τε ἐς τὴν χώρην καὶ πῦρ αἴθοιεν. οἱ δὲ ἔφασαν ὑπὸ Πελασγῶν ἐκβληθέντες ἥκειν ἐς τοὺς πατέρας· δικαιότατον γὰρ εἶναι οὕτω τοῦτο γίνεσθαι. δέεσθαι δὲ οἰκέειν ἅμα τούτοισι μοῖράν τε τιμέων μετέχοντες καὶ τῆς γῆς ἀπολαχόντες. 4.145.5 Λακεδαιμονίοισι δὲ ἕαδε δέκεσθαι τοὺς Μινύας ἐπʼ οἷσι θέλουσι αὐτοί. μάλιστα δὲ ἐνῆγε σφέας ὥστε ποιέειν ταῦτα τῶν Τυνδαριδέων ναυτιλίη ἐν τῇ Ἀργοῖ. δεξάμενοι δὲ τοὺς Μινύας γῆς τε μετέδοσαν καὶ ἐς φυλὰς διεδάσαντο. οἱ δὲ αὐτίκα μὲν γάμους ἔγημαν, τὰς δὲ ἐκ Λήμνου ἤγοντο ἐξέδοσαν ἄλλοισι.

ch. 146 4.146.1 χρόνου δὲ οὐ πολλοῦ διεξελθόντος αὐτίκα οἱ Μινύαι ἐξύβρισαν, τῆς τε βασιληίης μεταιτέοντες καὶ ἄλλα ποιέοντες οὐκ ὅσια. 4.146.2 τοῖσι ὦν Λακεδαιμονίοισι ἔδοξε αὐτοὺς ἀποκτεῖναι, συλλαβόντες δὲ σφέας κατέβαλον ἐς ἑρκτήν. κτείνουσι δὲ τοὺς ἂν κτείνωσι Λακεδαιμόνιοι νυκτός, μετʼ ἡμέρην δὲ οὐδένα. 4.146.3 ἐπεὶ ὦν ἔμελλον σφέας καταχρήσασθαι, παραιτήσαντο αἱ γυναῖκες τῶν Μινυέων, ἐοῦσαι ἀσταί τε καὶ τῶν πρώτων Σπαρτιητέων θυγατέρες, ἐσελθεῖν τε ἐς τὴν ἑρκτὴν καὶ ἐς λόγους ἐλθεῖν ἑκάστη τῷ ἑωυτῆς ἀνδρί. οἱ δέ σφεας παρῆκαν, οὐδένα δόλον δοκέοντες ἐξ αὐτέων ἔσεσθαι.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 4.144.3 Hdt. 4.146.1 (English) >>Hdt. 4.147.2

Powered by PhiloLogic